War (text only)

War (1) – causes

Thucydides explains what he considers to be the ‘truest reason’ for the Peloponnesian War: the growing power of Athens and Spartan fear

διότι δ᾽ ἔλυσαν [τας σπονδας], τὰς αἰτίας πρῶτον προύγραψα καὶ τὰς διαφοράς, τοῦ μή τινα ζητῆσαί ποτε ἐξ ὅτου τοσοῦτος πόλεμος τοῖς Ἕλλησι κατέστη. τὴν μὲν γὰρ ἀληθεστάτην πρόφασιν, ἀφανεστάτην δὲ λόγῳ, ἡγοῦμαι τοὺς Ἀθηναίους μεγάλους γιγνομένους καὶ φόβον παρέχοντας τοῖς Λακεδαιμονίοις ἀναγκάσαι ἐς τὸ πολεμεῖν: αἱ δ᾽ ἐς τὸ φανερὸν λεγόμεναι αἰτίαι αἵδ᾽ ἦσαν ἑκατέρων, ἀφ᾽ ὧν λύσαντες τὰς σπονδὰς ἐς τὸν πόλεμον κατέστησαν. (1. 23 adapted)
διοτι – for what reason
‛η αιτια – cause
προύγραψα – have written first
‛η διαφορα – disagreement
ζητῆσαί – to seek
ἐξ ὅτου – for what reason
κατέστη – came about
‛η προφασις – reason
αφανης – hidden
ἡγοῦμαι – consider
‛ο φοβος – fear
ἀναγκάσαι – compel, force
τὸ πολεμεῖν – war-making
ἐς τὸ φανερὸν – openly
‛εκατερος – each (side)

War (2) – propaganda

At the end of the first year of the war (431BCE) the Athenian leader Pericles delivered a funeral oration in which he described the merits of democracy

‘χρώμεθα γὰρ πολιτείᾳ οὐ ζηλούσῃ τοὺς τῶν πέλας νόμους, μᾶλλον δὲ παράδειγμα αὐτοὶ ὄντες τισὶν ἢ μιμούμενοι ἑτέρους. καὶ ὄνομα μὲν διὰ τὸ μὴ ἐς ὀλίγους ἀλλ᾽ ἐς πλείονας οἰκεῖν κέκληται δημοκρατία: μέτεστι δὲ κατὰ μὲν τοὺς νόμους πρὸς τὰ ἴδια διάφορα πᾶσι τὸ ἴσον, κατὰ δὲ τὴν ἀξίωσιν, ὡς ἕκαστος ἔν τῳ εὐδοκιμεῖ, οὐκ ἀπὸ μέρους τὸ πλέον ἢ ἀπ᾽ ἀρετῆς ἐς τὰ κοινὰ προτιμᾶται, οὐδ᾽ αὖ κατὰ πενίαν, ἔχων γέ τι ἀγαθὸν δρᾶσαι τὴν πόλιν, ἀξιώματος ἀφανείᾳ κεκώλυται.’ (2.37 adapted)
χρώμεθα – use, follow
‛η πολιτεια – constitution
ζηλούσῃ – emulate
‛οι πελας – neighbours
το παραδειγμα – model
μιμούμενοι – imitate
το ονομα – name
οἰκεῖν – manage
μέτεστι – have a share of
ιδιος – private
το ισον – equality
‛η αξιωσις – reputation
εὐδοκιμεῖ – be distinguished (for something)
το μερος – share, heritage
τα κοινα – public affairs
‛η πενια – poverty
δρᾶσαι – to accomplish
‛η αφανεια – obscurity
το αξιωμα = ‛η αξιωσις

War (3) – plague

Thucydides describes the symptoms of the plague which broke out in Athens in 430 BCE [he tells us that he himself had the disease, so could describe it at first hand]

τὸ μὲν γὰρ ἔτος, ὡς ὡμολογεῖτο, ἐκ πάντων μάλιστα δὴ ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν: εἰ δέ τις προύκαμνέ τι, ἐς τοῦτο πάντα ἀπεκρίθη. τοὺς δὲ ἄλλους ἀπ᾽ οὐδεμιᾶς προφάσεως, ἀλλ᾽ ἐξαίφνης ὑγιεῖς ὄντας πρῶτον μὲν τῆς κεφαλῆς θέρμαι ἰσχυραὶ καὶ τῶν ὀφθαλμῶν ἐρυθήματα καὶ φλόγωσις ἐλάμβανε, καὶ τὰ ἐντός, ἥ τε φάρυγξ καὶ ἡ γλῶσσα, εὐθὺς αἱματώδη ἦν καὶ πνεῦμα ἄτοπον καὶ δυσῶδες ἠφίει: ἔπειτα ἐξ αὐτῶν πταρμὸς καὶ βράγχος ἐπεγίγνετο, καὶ ἐν οὐ πολλῷ χρόνῳ κατέβαινεν ἐς τὰ στήθη ὁ πόνος μετὰ βηχὸς ἰσχυροῦ: καὶ ὁπότε ἐς τὴν καρδίαν στηρίξειεν, ἀνέστρεφέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ ἰατρῶν ὠνομασμέναι εἰσὶν ἐπῇσαν, καὶ αὗται μετὰ ταλαιπωρίας μεγάλης. λύγξ τε τοῖς πλέοσιν ἐνέπιπτε κενή, σπασμὸν ἐνδιδοῦσα ἰσχυρόν, τοῖς μὲν μετὰ ταῦτα λωφήσαντα, τοῖς δὲ πολλῷ ὕστερον. (2. 49 adapted)
το ετος – year; ὡμολογεῖτο – agreed; ανοσος – free from sickness; ‛η ασθενεια – sickness, disease; ἐτύγχανεν ὄν – happened to be; προύκαμνέ – fell ill; ἀπεκρίθη – put down; ‛η προφασις – reason; ἐξαίφνης – suddenly; ‛υγιης – healthy;
‛η κεφαλη – head; ‛η θερμη – feverish heat; ‛ο οφθαλμος – eye; το ερυθημα – flush; ‛η φλογωσις – burning heat; ἐντός – inside; ἥ φάρυγξ – throat; ἡ γλῶσσα – tongue; ‛αιματωδης – bloody; ατοπος – unnatural; δυσωδης – foul-smelling; ἠφίει – emitted;
‛ο πταρμος – sneeze; ‛ο βραγχος – sore throat; το στηθος – chest; ὁ πόνος – pain; ‛ο βηξ – cough; ‛η καρδια – stomach; στηρίξειεν – fixed; ἀνέστρεφέ – upset; ‛η αποκαθαρσις – discharge; ‛η χολη – bile; ἐπῇσαν – attacked; ‛η ταλαιπωρια – suffering;
‛η λυγξ – cough; κενος – empty; ἐνδιδοῦσα – cause; λωφήσαντα – abate

War (4) – peace

By the tenth year of the war (422 BCE) both sides desired peace

ταῦτ᾽ οὖν ἀμφοτέροις λογιζομένοις ἐδόκει ποιητέα εἶναι ἡ σύμβασις, καὶ οὐχ ἧσσον τοῖς Λακεδαιμονίοις, ἐπιθυμίᾳ τῶν ἀνδρῶν τῶν ἐκ τῆς νήσου κομίσασθαι: ἦσαν γὰρ οἱ Σπαρτιᾶται αὐτῶν πρῶτοί τε καὶ σφίσι συγγενεῖς. ἤρξαντο μὲν οὖν εὐθὺς μετὰ τὴν ἅλωσιν αὐτῶν πράσσειν, ἀλλ᾽ οἱ Ἀθηναῖοι, εὖ φερόμενοι, οὔπως ἤθελον ἐπὶ τῇ ἴσῃ καταλύεσθαι. σφαλέντων δὲ αὐτῶν ἐπὶ τῷ Δηλίῳ παραχρῆμα οἱ Λακεδαιμόνιοι, γνόντες νῦν μᾶλλον ἂν ἐνδεξαμένους, ποιοῦνται τὴν ἐνιαύσιον ἐκεχειρίαν, ἐν ᾗ ἔδει συνιόντας καὶ περὶ τοῦ πλέονος χρόνου βουλεύεσθαι. (5.15 adapted)
λογιζομένοις – calculate
ποιητέος – to de done
ἡ σύμβασις – agreement, treaty
ἧσσον – less
‛η επιθυμια – desire
κομίσασθαι – get back, recover
συγγενης – kinsmen
ἤρξαντο – begin
‛η ‛αλωσις – capture
εὖ φερόμενοι – doing well
ἐπὶ τῇ ἴσῃ – on equal terms
σφαλέντων – be defeated
παραχρῆμα – forthwith
γνόντες – knowing
ἐνδεξαμένους – accept
ενιαυσιος – for a year
‛η εκεχειρια – armistice
ἔδει – it was necessary
συνιόντας – meet
βουλεύεσθαι – consider, take counsel

War (5) – hubris

In the sixteenth year of the war (416 BCE, after hostilities had resumed), the Athenians made an example of the Melians

‘ἡμεῖς τοίνυν οὔτε αὐτοὶ μετ᾽ ὀνομάτων καλῶν, ὡς ἢ δικαίως τὸν Μῆδον καταλύσαντες ἄρχομεν ἢ ἀδικούμενοι νῦν ἐπεξερχόμεθα, λόγων μῆκος ἄπιστον παρέξομεν, οὔθ᾽ ὑμᾶς ἀξιοῦμεν λέγοντας ἢ ὅτι Λακεδαιμονίων ἄποικοι ὄντες οὐ συνεστρατεύσατε ἢ ὡς ἡμᾶς οὐδὲν ἠδικήκατε οἴεσθαι πείσειν, τὰ δυνατὰ δ᾽ ἐξ ὧν ἑκάτεροι ἀληθῶς φρονοῦμεν διαπράσσεσθαι, ἐπισταμένους ὅτι δίκαια μὲν ἐν τῷ ἀνθρωπείῳ λόγῳ ἀπὸ τῆς ἴσης ἀνάγκης κρίνεται, δυνατὰ δὲ οἱ προύχοντες πράσσουσι καὶ οἱ ἀσθενεῖς συγχωροῦσιν.’ (5.89 adapted)
το ονομα – pretence
δικαίως – justly
καταλύσαντες – destroy
ἄρχομεν – rule
ἐπεξερχόμεθα – attack
το μηκος – length
απιστος – not credible
παρέξομεν – present
αποικος – colonist
συνεστρατεύσατε – serve with
ἠδικήκατε – do wrong
οἴεσθαι πείσειν – think to persuade
δυνατος – possible
φρονοῦμεν – have in mind
διαπράσσεσθαι – bring about
ἐπισταμένους – knowing
ἐν τῷ ἀνθρωπείῳ λόγῳ – in human reckoning
κρίνεται – decide
προύχοντες – surpass
ασθενης – weak
συγχωροῦσιν – agree, go along with

War (6) – sacrilege

Just before the expedition to Sicily (415 BCE), stone Hermae in Athens had their faces mutilated; no one knew who had done it

ἐν δὲ τούτῳ, ὅσοι Ἑρμαῖ ἦσαν λίθινοι ἐν τῇ πόλει τῇ Ἀθηναίων (εἰσὶ δὲ κατὰ τὸ ἐπιχώριον, ἡ τετράγωνος ἐργασία, πολλοὶ καὶ ἐν ἰδίοις προθύροις καὶ ἐν ἱεροῖς), μιᾷ νυκτὶ οἱ πλεῖστοι περιεκόπησαν τὰ πρόσωπα. καὶ οὐδείς τοὺς δράσαντας ᾔδει, ἀλλὰ μεγάλοις μηνύτροις δημοσίᾳ οὗτοί τε ἐζητοῦντο καὶ προσέτι ἐψηφίσαντο, καὶ εἴ τις ἄλλο τι οἶδεν ἀσέβημα γεγενημένον, μηνύειν ἀδεῶς τὸν βουλόμενον καὶ ἀστῶν καὶ ξένων καὶ δούλων. καὶ τὸ πρᾶγμα μειζόνως ἐλάμβανον: τοῦ τε γὰρ ἔκπλου οἰωνὸς ἐδόκει εἶναι καὶ ἐπὶ συνωμοσίᾳ ἅμα νεωτέρων πραγμάτων καὶ δήμου καταλύσεως γεγενῆσθαι. (6.27 adapted)
Ἑρμαῖ – Herms
λίθινος – stone
τὸ ἐπιχώριον – custom
τετράγωνος – square
ιδιος – private
το προθυρον – porch
μιᾷ νυκτὶ – in one night
περιεκόπησαν – mutilate
το προσωπον – face
δράσαντας – having done
ᾔδει – know
το μηνυτρον – reward
δημοσίᾳ – at public expense
προσέτι – besides
ἐψηφίσαντο – vote
το ασεβημα – act of impiety
μηνύειν – to inform
ἀδεῶς – without fear
‛ο αστος – citizen
μειζόνως – to a greater degree, more seriously
‛ο εκπλους – expedition
‛ο οἰωνὸς – omen
‛η συνωμοσια – conspiracy
νεωτερος – revolutionary
‛η καταλυσις – dissolving

War (7) – nemesis

Thucydides’ summary of the consequences of the expedition to Sicily (413 BCE) which proved disastrous for the Athenians

καὶ ἡμέρας μὲν ἑβδομήκοντά τινας οὕτω διῃτήθησαν ἁθρόοι: ἔπειτα πλὴν Ἀθηναίων καὶ εἴ τινες Σικελιωτῶν ἢ Ἰταλιωτῶν συνεστράτευσαν, τοὺς ἄλλους ἀπέδοντο. ἐλήφθησαν δὲ οἱ σύμπαντες, ἀκριβείᾳ μὲν χαλεπὸν ἐξειπεῖν, ὅμως δὲ οὐκ ἐλάσσους ἑπτακισχιλίων. συνέβη τε ἔργον τοῦτο [Ἑλληνικὸν] τῶν κατὰ τὸν πόλεμον τόνδε μέγιστον γενέσθαι, δοκεῖν δ᾽ ἔμοιγε καὶ ὧν ἀκοῇ Ἑλληνικῶν ἴσμεν, καὶ τοῖς τε κρατήσασι λαμπρότατον καὶ τοῖς διαφθαρεῖσι δυστυχέστατον: κατὰ πάντα γὰρ πάντως νικηθέντες καὶ οὐδὲν ὀλίγον ἐς οὐδὲν κακοπαθήσαντες πανωλεθρίᾳ δὴ τὸ λεγόμενον καὶ πεζὸς καὶ νῆες καὶ οὐδὲν ὅτι οὐκ ἀπώλετο, καὶ ὀλίγοι ἀπὸ πολλῶν ἐπ᾽ οἴκου ἀπενόστησαν. ταῦτα μὲν τὰ περὶ Σικελίαν γενόμενα. (7.87 adapted)
ἑβδομήκοντά – seventy
διῃτήθησαν – live
αθροος – together
πλὴν – except
ἀπέδοντο – sell
ἐλήφθησαν – take, capture
ἀκριβεία – accuracy
ἑπτακισχιλίοι – seven thousand
συνέβη – come to pass, happen
ακοη˛ ειδεναι τι – to know a thing by hearsay
λαμπρότατος – most illustrious
διαφθαρεῖσι – be destroyed
δυστυχέστατος – most unfortunate
νικηθέντες – conquered
κακοπαθήσαντες – suffer harm
πανωλεθρία – utter destruction
πεζὸς – land army
ἀπώλετο – destroy
ἀπενόστησαν – return home

War (8) – chaos

411 BCE – an oligarchical coup in Athens and the fear and mistrust which it inspired

ἐβούλευον δὲ οὐδὲν ὅτι μὴ τοῖς συνεστῶσι δοκοίη, ἀλλὰ καὶ οἱ λέγοντες ἐκ τούτων ἦσαν καὶ τὰ ῥηθησόμενα πρότερον αὐτοῖς προύσκεπτο. ἀντέλεγέ τε οὐδεὶς ἔτι τῶν ἄλλων, δεδιὼς καὶ ὁρῶν πολὺ τὸ συνεστηκός: εἰ δέ τις καὶ ἀντείποι, εὐθὺς ἐκ τρόπου τινὸς ἐπιτηδείου ἐτεθνήκει, καὶ τῶν δρασάντων οὔτε ζήτησις οὔτ᾽ εἰ ὑποπτεύοιντο δικαίωσις ἐγίγνετο, ἀλλ᾽ ἡσυχίαν εἶχεν ὁ δῆμος καὶ κατάπληξιν τοιαύτην ὥστε κέρδος ὁ μὴ πάσχων τι βίαιον, εἰ καὶ σιγῴη, ἐνόμιζεν. καὶ τὸ συνεστηκὸς πολὺ πλέον ἡγούμενοι εἶναι ἢ ὅσον ἐτύγχανεν ὂν ἡσσῶντο ταῖς γνώμαις, καὶ ἐξευρεῖν αὐτὸ ἀδύνατοι ὄντες διὰ τὸ μέγεθος τῆς πόλεως καὶ διὰ τὴν ἀλλήλων ἀγνωσίαν οὐκ εἶχον [αὐτοὶ ἐξευρεῖν]. κατὰ δὲ ταὐτὸ τοῦτο καὶ προσολοφύρασθαί τινι ἀγανακτήσαντα, ὥστε ἀμύνασθαι ἐπιβουλεύσαντα, ἀδύνατον ἦν: ἢ γὰρ ἀγνῶτα ἂν ηὗρεν ᾧ ἐρεῖ ἢ γνώριμον ἄπιστον. (8.66 adapted)
τοῖς συνεστῶσι – conspirators
τὰ ῥηθησόμενα – what would be said
προύσκεπτο – see beforehand
δεδιὼς – fearing
τὸ συνεστηκός – conspiracy
τροπος – way
επιτηδειος – convenient
ζήτησις – search
ὑποπτεύοιντο – be suspected
κατάπληξις – consternation
το κέρδος – advantage
σιγῴη – be silent
ἡσσῶντο – be beaten, submit
γνωμη – opinion
ἀγνωσία – ignorance
προσολοφύρασθαί – utter one’s sorrows
ἀγανακτήσαντα – be angry
ἀμύνασθαι – defend oneself
ἀγνως – unknown
γνώριμος – well-known

Thucydides’ account of the Peloponnesian War ends abruptly in 411 BCE, which suggests that he died before he was able to complete it. An account of the final seven years of the war can be found in Xenophon’s ‘Hellenica’.

Advertisements