War (7) – nemesis

War (7) – nemesis

Thucydides’ summary of the consequences of the expedition to Sicily (413 BCE) which proved disastrous for the Athenians

καὶ ἡμέρας μὲν ἑβδομήκοντά τινας οὕτω διῃτήθησαν ἁθρόοι: ἔπειτα πλὴν Ἀθηναίων καὶ εἴ τινες Σικελιωτῶν ἢ Ἰταλιωτῶν συνεστράτευσαν, τοὺς ἄλλους ἀπέδοντο. ἐλήφθησαν δὲ οἱ σύμπαντες, ἀκριβείᾳ μὲν χαλεπὸν ἐξειπεῖν, ὅμως δὲ οὐκ ἐλάσσους ἑπτακισχιλίων. συνέβη τε ἔργον τοῦτο [Ἑλληνικὸν] τῶν κατὰ τὸν πόλεμον τόνδε μέγιστον γενέσθαι, δοκεῖν δ᾽ ἔμοιγε καὶ ὧν ἀκοῇ Ἑλληνικῶν ἴσμεν, καὶ τοῖς τε κρατήσασι λαμπρότατον καὶ τοῖς διαφθαρεῖσι δυστυχέστατον: κατὰ πάντα γὰρ πάντως νικηθέντες καὶ οὐδὲν ὀλίγον ἐς οὐδὲν κακοπαθήσαντες πανωλεθρίᾳ δὴ τὸ λεγόμενον καὶ πεζὸς καὶ νῆες καὶ οὐδὲν ὅτι οὐκ ἀπώλετο, καὶ ὀλίγοι ἀπὸ πολλῶν ἐπ᾽ οἴκου ἀπενόστησαν. ταῦτα μὲν τὰ περὶ Σικελίαν γενόμενα. (7.87 adapted)
ἑβδομήκοντά – seventy
διῃτήθησαν – live
αθροος – together
πλὴν – except
ἀπέδοντο – sell
ἐλήφθησαν – take, capture
ἀκριβεία – accuracy
ἑπτακισχιλίοι – seven thousand
συνέβη – come to pass, happen
ακοη˛ ειδεναι τι – to know a thing by hearsay
λαμπρότατος – most illustrious
διαφθαρεῖσι – be destroyed
δυστυχέστατος – most unfortunate
νικηθέντες – conquered
κακοπαθήσαντες – suffer harm
πανωλεθρία – utter destruction
πεζὸς – land army
ἀπώλετο – destroy
ἀπενόστησαν – return home

Advertisements