War (8) – chaos

War (8) – chaos

411 BCE – an oligarchical coup in Athens and the fear and mistrust which it inspired

ἐβούλευον δὲ οὐδὲν ὅτι μὴ τοῖς συνεστῶσι δοκοίη, ἀλλὰ καὶ οἱ λέγοντες ἐκ τούτων ἦσαν καὶ τὰ ῥηθησόμενα πρότερον αὐτοῖς προύσκεπτο. ἀντέλεγέ τε οὐδεὶς ἔτι τῶν ἄλλων, δεδιὼς καὶ ὁρῶν πολὺ τὸ συνεστηκός: εἰ δέ τις καὶ ἀντείποι, εὐθὺς ἐκ τρόπου τινὸς ἐπιτηδείου ἐτεθνήκει, καὶ τῶν δρασάντων οὔτε ζήτησις οὔτ᾽ εἰ ὑποπτεύοιντο δικαίωσις ἐγίγνετο, ἀλλ᾽ ἡσυχίαν εἶχεν ὁ δῆμος καὶ κατάπληξιν τοιαύτην ὥστε κέρδος ὁ μὴ πάσχων τι βίαιον, εἰ καὶ σιγῴη, ἐνόμιζεν. καὶ τὸ συνεστηκὸς πολὺ πλέον ἡγούμενοι εἶναι ἢ ὅσον ἐτύγχανεν ὂν ἡσσῶντο ταῖς γνώμαις, καὶ ἐξευρεῖν αὐτὸ ἀδύνατοι ὄντες διὰ τὸ μέγεθος τῆς πόλεως καὶ διὰ τὴν ἀλλήλων ἀγνωσίαν οὐκ εἶχον [αὐτοὶ ἐξευρεῖν]. κατὰ δὲ ταὐτὸ τοῦτο καὶ προσολοφύρασθαί τινι ἀγανακτήσαντα, ὥστε ἀμύνασθαι ἐπιβουλεύσαντα, ἀδύνατον ἦν: ἢ γὰρ ἀγνῶτα ἂν ηὗρεν ᾧ ἐρεῖ ἢ γνώριμον ἄπιστον. (8.66 adapted)
τοῖς συνεστῶσι – conspirators
τὰ ῥηθησόμενα – what would be said
προύσκεπτο – see beforehand
δεδιὼς – fearing
τὸ συνεστηκός – conspiracy
τροπος – way
επιτηδειος – convenient
ζήτησις – search
ὑποπτεύοιντο – be suspected
κατάπληξις – consternation
το κέρδος – advantage
σιγῴη – be silent
ἡσσῶντο – be beaten, submit
γνωμη – opinion
ἀγνωσία – ignorance
προσολοφύρασθαί – utter one’s sorrows
ἀγανακτήσαντα – be angry
ἀμύνασθαι – defend oneself
ἀγνως – unknown
γνώριμος – well-known

Thucydides’ account of the Peloponnesian War ends abruptly in 411 BCE, which suggests that he died before he was able to complete it. An account of the final seven years of the war can be found in Xenophon’s ‘Hellenica’.