War (3) – plague

War (3) – plague

Thucydides describes the symptoms of the plague which broke out in Athens in 430 BCE [he tells us that he himself had the disease, so could describe it at first hand]

τὸ μὲν γὰρ ἔτος, ὡς ὡμολογεῖτο, ἐκ πάντων μάλιστα δὴ ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν: εἰ δέ τις προύκαμνέ τι, ἐς τοῦτο πάντα ἀπεκρίθη. τοὺς δὲ ἄλλους ἀπ᾽ οὐδεμιᾶς προφάσεως, ἀλλ᾽ ἐξαίφνης ὑγιεῖς ὄντας πρῶτον μὲν τῆς κεφαλῆς θέρμαι ἰσχυραὶ καὶ τῶν ὀφθαλμῶν ἐρυθήματα καὶ φλόγωσις ἐλάμβανε, καὶ τὰ ἐντός, ἥ τε φάρυγξ καὶ ἡ γλῶσσα, εὐθὺς αἱματώδη ἦν καὶ πνεῦμα ἄτοπον καὶ δυσῶδες ἠφίει: ἔπειτα ἐξ αὐτῶν πταρμὸς καὶ βράγχος ἐπεγίγνετο, καὶ ἐν οὐ πολλῷ χρόνῳ κατέβαινεν ἐς τὰ στήθη ὁ πόνος μετὰ βηχὸς ἰσχυροῦ: καὶ ὁπότε ἐς τὴν καρδίαν στηρίξειεν, ἀνέστρεφέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ ἰατρῶν ὠνομασμέναι εἰσὶν ἐπῇσαν, καὶ αὗται μετὰ ταλαιπωρίας μεγάλης. λύγξ τε τοῖς πλέοσιν ἐνέπιπτε κενή, σπασμὸν ἐνδιδοῦσα ἰσχυρόν, τοῖς μὲν μετὰ ταῦτα λωφήσαντα, τοῖς δὲ πολλῷ ὕστερον. (2. 49 adapted)
το ετος – year; ὡμολογεῖτο – agreed; ανοσος – free from sickness; ‛η ασθενεια – sickness, disease; ἐτύγχανεν ὄν – happened to be; προύκαμνέ – fell ill; ἀπεκρίθη – put down; ‛η προφασις – reason; ἐξαίφνης – suddenly; ‛υγιης – healthy;
‛η κεφαλη – head; ‛η θερμη – feverish heat; ‛ο οφθαλμος – eye; το ερυθημα – flush; ‛η φλογωσις – burning heat; ἐντός – inside; ἥ φάρυγξ – throat; ἡ γλῶσσα – tongue; ‛αιματωδης – bloody; ατοπος – unnatural; δυσωδης – foul-smelling; ἠφίει – emitted;
‛ο πταρμος – sneeze; ‛ο βραγχος – sore throat; το στηθος – chest; ὁ πόνος – pain; ‛ο βηξ – cough; ‛η καρδια – stomach; στηρίξειεν – fixed; ἀνέστρεφέ – upset; ‛η αποκαθαρσις – discharge; ‛η χολη – bile; ἐπῇσαν – attacked; ‛η ταλαιπωρια – suffering;
‛η λυγξ – cough; κενος – empty; ἐνδιδοῦσα – cause; λωφήσαντα – abate

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s